Ancient Greek
P.Cair. Zen. 2 59276
Documentary Papyri, P.Cair. Zen. 2 59276
Not analysed yet
Τιμόθεος Ζήνωνι χαίρειν. ἔγραψας ἡμῖν περὶ τῶν κύβων ὅπως ἂν κομισώμεθα παρὰ Ψεμθέως. κομισάμενοι οὖν παρʼ αὐτοῦ κύβους …οὓς κατήγαγεν ἐμβαλόμενος ἐν πλοίοις παρεδώκαμεν Διονυσίωι …ἀποδόντες ναῦλον δραχμὰς ε τετρώβολον ἐργάταις τοῖς ἄρασιν το… …δὲ τῶι παρʼ ἡμῶν ἐν Πτολεμαίδι ἔγραψα δοῦναι μισθὸν ……ι τὸν μέγαν ποταμόν. περὶ δὲ τῶν μὴ καταχθέντων κύβων συνετάξαμεν Ψεμθεῖ τὴν ταχίστην ἐπισκε… …ἔρρωσο. ἔτους λε, Μεσορὴ …Ζήνωνι.