Ancient Greek
P.Cair. Zen. 3 59298
Documentary Papyri, P.Cair. Zen. 3 59298
Not analysed yet
Ῥόδων Παραμόνωι χαίρειν καὶ τοῖς παιδαρίοις. ἠγόρασταί σοι μέλιτος χοῦς γ. γράψον οὖν μοι τίνι δεῖ ἐπιθεῖναι αὐτό. καὶ περὶ τοῦ στρώματος, δόντες ἀρραβῶνα μικροῦ ἀπεβάλομεν. γράψαντος γὰρ Ζήνωνος Ἰάσονι δοῦναι στρῶμα ἢ δραχμὰς λ, οὐκ ἔδωκεν. γραψάτω οὖν Ἀπολλοδώρωι τῶι ἐπὶ τῶν προβάτων δοῦναι ἔρια δραχμῶν λ, ἐγὼ δὲ ἀπέγνωσα ὧδε, ἵνα γένηταί σοι στρῶμα· ἐγὼ δὲ τὸ ἀνήλωμα δώσω. ἠγόρασται δέ σοι καὶ τὸ ἱερεῖον εἰς τὰ Ἀρσινόεια δραχμῶν ιβ. σὺ οὖν ἔντυχε Ζήνωνι ἵνα, ὡς ἂν τὰ ἑαυτοῦ κατάγωσιν, καὶ τοῦτο προσδέξωνται. ἐπετίθουν δὲ καὶ Μητροδώρωι τὰ γνάφαλλα, ὁ δʼ οὐκ ἔφη λήψεσθαι. ἐπιμέλου δὲ καὶ σαυτοῦ ἵνα ὑγιαίνηις. ἔρρωσο. Φαρμοῦθι κα. ὁπλομάχωι. Παραμόνωι.