Ancient Greek
P.Cair. Zen. 3 59299
Documentary Papyri, P.Cair. Zen. 3 59299
Not analysed yet
Εὐέμπολος Ζήνωνι χαίρειν. ἔγραψάς μοι τὰ σκόρδα τὰ ἐπὶ τῆς πέτρας ἀρεστά σοι εἶναι, εἰ δὲ καὶ τὰ παρʼ ἐμοί ἐστι τοιαῦτα, ἵνα ὑπάρχηι εἰς τὰς ἀποστολάς. τὰ μὲν οὖν παρʼ ἐμοὶ ὄψιμα ὄντα ὑπάρξει εἰς φυτείαν. τὴν γὰρ γῆν συντάξαντός σου τότε δοῦναί μοι Ἡρακλείδην, συνέταξεν Ἁρμοδίωι, αὐτὸς δέ σοι συνκατέπλευσεν, Ἁρμόδιος δὲ Χαιριγένει. παρέλκων οὖν καὶ οὐκ ἀποδιδοὺς τὴν γῆν κατὰ καιρὸν τὴν φυτείαν ὄψιμον ἐποίησεν. ἔγραψας δὲ Θεοπόμπωι τὰ ἡμίση σοι Τλωικὰ ἀποστεῖλαι, τὰ δὲ ἡμίση Ὀασιτικά. οὐκ ἐφυτεύθη οὖν ἐπὶ τῆς πέτρας Ὀασιτικά· ἀλλʼ ὅσα ποτὲ ὕπηρχεν ἐν ταμιείωι, ἦν δʼ ὀλίγα, ἐγὼ αὐτὰ ἐφύτευσα, ἃ οὐκ ἦν ἄξια ἀποστολῆς. οὐ μὴν ἀλλὰ καὶ ταῦτα καὶ τὰ λοιπὰ τὰ ἁδρότατα αὐτῶν καὶ τὰ δεύτερα κατὰ γένος δεσμεύσας συνθήσω, ἵνα παραγενόμενος ὡς ἂν βούληι ἔχηις αὐτοῖς χρᾶσθαι. ἔρρωσο. ἔτους κε Παχὼνς β. ἔτους λϛ, Παχὼνς ϛ. Ζήνωνι Εὐέμπολος σκόρδων.