Ancient Greek
P.Cair. Zen. 3 59304
Documentary Papyri, P.Cair. Zen. 3 59304
Not analysed yet
Πρώταρχος Ζήνωνι χαίρειν. παρὰ τό σε ἐπαγγείλασθαι ἀποστελεῖν ἡμῖν τὰ χξ …υτ…τι…ιασκ…τι…ε… ἀναγωγὴν οὐ μετεπεμψάμεθα· διὸ συμβέβηκεν, μηκέτι ὑπάρχοντος ἐν τῶι νομῶι, περιπορευόμενοι χρηννυόμεθα ἐξ ἄλλων νομῶν, ὅπως μὴ ἡ ἕψησις διαπέσηι. ἔτι οὖν καὶ νῦν καλῶς ποιήσεις, εἰ μὴ ἀπέσταλκας ἐπʼ αὐτό, νῦν γε ἀποστείλας καὶ ἡμῖν ἐπιστολὴν γράψας …διέγνωκας, ὅπως φροντίσωμεν καὶ μὴ οἱ λινεψοὶ ἀργῶσιν οὐκ ἔχοντες νίτρον εἰς τὴν ἕψησιν. ἔρρωσο. ἔτους λϛ, Ἐπεὶφ ια. Ζήνωνι.