Ancient Greek
P.Cair. Zen. 3 59305
Documentary Papyri, P.Cair. Zen. 3 59305
Not analysed yet
Παράμονος Ζήνωνι χαίρειν. καλῶς ἂν ἔχοι εἰ ἔρρωσαι· ἔρρωμαι δὲ καὶ αὐτός. ἐγράψαμέν σοι καὶ πρότερον περὶ τῶν τριάκοντα δραχμῶν ἀποστεῖλαί μοι ἢ στρῶμα ἢ τὸ ἀργύριον, χαρίζοιο δʼ ἄν μοι στρῶμα ἀποστείλας· καί, ἐάν τι ἐπανηλώσηις, Ἐφαρμόστωι διορθώσομαι ἢ ὧι ἂν σὺ γράψηις. καὶ περὶ τοῦ ἱερείου φιλοτιμήθητι ὅπως ἔχω εἰς τὴν ἑορτὴν ἄξιον σοῦ καὶ Ἐφαρμόστου. ἔρρωσο. ἔτους λϛ, Πανήμου δ Παράμονος Ζήνωνι.