Ancient Greek
P.Cair. Zen. 3 59307
Documentary Papyri, P.Cair. Zen. 3 59307
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρὰ Διονυσίου. ἐγὼ μὲν πεπόρευμαι εἰς τὰς Κοίτας ὅπως ἂν ὑπὲρ Πτολεμαίου ἀναδέξωμαι τὰς ν δραχμάς, καθά μοι συνέταξας τὰς ε ἡμέρας αἰτήσασθαι ἐν αἷς δοθήσεται. καλῶς οὖν ποιήσεις δοὺς τῶι ἀδελφῶι τῶι φέροντί σοι τὸ ὑπόμνημα τρία σκαφεῖα, ὅπως ὁ κλῆρος ποτίζηται καὶ μὴ ὑστερῶμεν. ἔτους λϛ, Μεσορὴ ιϛ. Ζήνωνι