Ancient Greek
P.Cair. Zen. 3 59306
Documentary Papyri, P.Cair. Zen. 3 59306
Not analysed yet
Πετοσεῖρις Ζήνωνι χαίρειν. ἔγραψάς μοι παραμετρῆσαι Ἀπολλωνίωι τῶι γεω… χόρτου ἀρουρῶν ι. παρεμέτρησα οὖν αὐτῶι ἐκ τῶν ἁλώνων. καλῶς οὖν ποιήσεις γράψας Λέοντι προσδέξασθαι τὸ ἐκφόριον τῶν ι ἀρουρῶν τοῦ χόρτου πυρῶν ἀρτάβας ξ καὶ ἃς ἔδωκα Θεοπόμπωι εἰς τὰς περιστερὰς φακοῦ ἀρτάβας ι. ἔρρωσο. ἔτους λϛ, Ἐπεὶφ κε. ἔτους λϛ, Ἐπεὶφ κε. Πετοσῖρις φακοῦ ἀρταβῶν ι …αλωμ…