Ancient Greek
P.Cair. Zen. 3 59309
Documentary Papyri, P.Cair. Zen. 3 59309
Not analysed yet
Νίκανδρος Πεισικλῆς Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι, καλῶς ἂν ἔχοι· ὑγιαίνομεν δὲ καὶ αὐτοί. καὶ πρότερον μέν σοι ἐγράψαμεν εὐχαριστοῦντες ὅτι οἰκονομήσω περὶ τῶν χαλκῶν τῶν ὀφειλομένων ἡμῖν, καὶ νῦν δὲ καλῶς ποιήσεις πρὸ τοῦ Διότιμον ἀναπλεῦσαι φροντίσας ὅπως ἂν εἰς τοὺς ἐνοφειλομένους χαλκοῦς κομίσηι ὃ ἄν ποτέ σοι δοκῆι πρὸς τρόπου εἶναι. καὶ περὶ τῆς δὲ οἰκίας καὶ τοῦ ἀμπελωνιδίου οὗ ἔγραψας ἡμῖν, καλῶς ἂν ποιήσαις διαθέμενος τὴν ταχίστην, ὅπως ἂν καὶ τοῦτο μὴ διαπέσηι ἡμῖν. ἔρρωσο. ἔτους λϛ, Λωίου ζ. Ζήνωνι.