Ancient Greek
P.Cair. Zen. 3 59310
Documentary Papyri, P.Cair. Zen. 3 59310
Not analysed yet
Ἀρτεμίδωρος Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι, εὖ ἂν ἔχοι· ἔρρωμαι δὲ καὶ ἐγώ. ἔγραψεν Κλειτόριος ὅτι Πετῶς ὁ ὑοφορβὸς ἀνακεχώρηκεν καταλιπὼν ἱερεῖα ζ καὶ δελφάκια …εἶχεν δʼ ἡμῖν υ ἱερεῖα ἔμφορα τέλεια, καὶ δελφάκια προσώφειλεν εἰς τὸν φόρον σια. καλῶς ἂν οὖν ποιήσαις σπουδάσας ἵνα ἀναζητηθῆι ὁ ἄνθρωπος ποῦ ἀνακεχώρηκεν, ἵνα μὴ διαπέσηι ἡμῖν τοσαῦτα ἱερεῖα, καὶ τοὺς ἐγγύους δὲ οἵτινες ἠγγύηνται αὐτόν, ἵνα ἢ συλληφθέντες ἀπαχθῶσιν ἢ διεγγυηθῶσιν ἕως ἂν γένηται ἡμῖν τὰ δίκαια. κεκομίσμεθα δὲ καὶ τὸ ὑικὸν ἱερεῖον ὃ ἀπέστειλας ἡμῖν. ἔρρωσο. ἔτους λϛ, Λωίου …ε. ἔτους λϛ, Θῶυθ ιε. Ἀρτεμίδωρος. Ζήνωνι.