Ancient Greek
P.Cair. Zen. 3 59312
Documentary Papyri, P.Cair. Zen. 3 59312
Not analysed yet
ἔτους λϛ Μεσορὴ ἔχει Πνᾶχθις παρὰ Ζήνωνος δέλφακας …σ …ἀπὸ τοῦ Ταῶτος …ος φόρου δέλφακας ιη καὶ τοκάδας τῶν Σαῶτος τοῦ ἐκ Μούχιος η γίνονται σκϛ ὧν ἐν τῆι ὁδῶι ἀπέθανε δέλφαξ ὡς ἐκ Φιλαδελφείας α ἀπηνέγχθη Πεμνᾶτι τῶι Πακῶνος καὶ ἀπώλοντο ἐν Φιλαδελφείαι τοῦ αὐτοῦ μηνὸς ε δέλφακες β ιβ ἐν Κερκεσούχοις ἀπώλετο α ιε ἀπέθανεν δέλφαξ α κ Ὠφελίων καὶ Ἄνδρων ἐκλέψασαν α Μεσορὴ α ἀπέθανεν α ε ὑπὸ τῶν ἱπποκόμων καὶ Πατρόκλου καὶ Ἀσκληπιοδότου ἀπεσφάγη α ι Πᾶσις γεωργὸς ἀπέκτεινε α ιβ ἀπέθανεν α κζ Ἀρσινοείοις τῆι Φιλίσκου γυναικὶ κατʼ ἐπιστολὴν τὴν παρὰ Πεμνᾶτος α τῆι αὐτῆι Κόρριμος καὶ Ἀμμώνιος ἐκλέψασαν ἑκάτερος α γίνονται β καὶ οἱ παρὰ Σίμου τοῦ φυλακίτου ἔκλεψαν α κθ ἀπέθανεν α καὶ ἐν ταῖς ἐπαγομέναις ἡμέραις ἀπώλετο α Θῶυτ α ἀπώλετο α καὶ ἐν Φιλαδελφείαι β ἀπώλετο α καὶ ἀπέθανεν α δ ἀπέθανεν α γίνονται κ