Ancient Greek
P.Cair. Zen. 3 59311
Documentary Papyri, P.Cair. Zen. 3 59311
Not analysed yet
Ἀρτεμίδωρος Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι, εὖ ἂν ἔχοι· ἔρρωμαι δὲ καὶ ἐγώ. ἔγραψά σοι καὶ πρότερον ὅπως τοὺς τρεῖς μετρητὰς τοῦ μέλιτος, οὓς ἠξίωσά σε ἀγοράσαι Ἀπολλωνίωι τῶι ἄνω ὄντι ἐν Πτολεμαίδι τῶι ἡμετέρωι γνωρίμωι, συντάξηις παραδοῦναι Πτολεμαίωι τῶι παρʼ ἡμῶν, ἵνα συναντήσας Ἡρακλεοδώρωι ἐπιθῆι. ἀναπλεῖ οὖν Ἡρακλεόδωρος ἤδη. καλῶς οὖν ποιήσεις, εἰ μήπω παρείληφεν ὁ Πτολεμαῖος, ἐπιμελὲς ποιησάμενος ἵνα μὴ ὑστερήσηι τοῦ Ἡρακλεοδώρου τὸ μέλι. ἔρρωσο. ἔτους λϛ, Λωίου ιϛ. εἰς Φιλαδέλφειαν. ἔτους λϛ, Θῶυθ …. Ἀρτεμίδωρος μέλιτος μετρητῶν γ. μέλι. Ζήνωνι. χοίρους β ὄρνιθας ἀγρίας ι …λαγῶς γ κρέα συάγρεια λ ὀπώραν …