Ancient Greek
P.Cair. Zen. 3 59329
Documentary Papyri, P.Cair. Zen. 3 59329
Not analysed yet
Ἀπολλώνιος Μένιππος ἀμπελουργοὶ Ζήνωνι χαίρειν. καλῶς ἂν ποιήσαις φροντίσας περὶ ἡμῶν καὶ μνησθεὶς Μητροδώρωι ἵνα ἡμῖν ὀψώνιον τάξηται τῆς νυκτοφυλακίας, ὃ ἄν σοι φαίνηται ἱκανὸν εἶναι. ἐπίστηι γὰρ ὡς ἐ… μεθα ἐν τῆι ἐργασίαι. ἐπορεύθημεν δὲ καὶ εἰς Βακχιάδα καὶ ἐχωροβατήσαμεν. γίνωσκε οὖν τὸν καρπὸν καλῶς ὑποφαίνοντα. κατελάβομεν δὲ καὶ τὸν Ἀτφεῦν πεφευγότα, ἐπιβολῆς αὐτῶι γενομένης περὶ λαχανιῶν τινων. ἔρρωσο. ἔτους λζ, Μεχεὶρ κη. Ἀπολλώνιος Μένιππος. Ζήνωνι.