Ancient Greek
P.Cair. Zen. 3 59330
Documentary Papyri, P.Cair. Zen. 3 59330
Not analysed yet
Πεμνᾶς Ζήνωνι χαίρειν. περὶ τῶν ὀφειλομένων ἐν τοῖς ὑοφορβοῖς ἐκ τῶν ἐπάνω χρόνων σὺν τῶι φόρωι τοῦ λζ ἔτους, συνφωνήσας Ἡρακλείδης μετὰ Θοτέως αὐτοὶ ἄνευ ἡμῶν διελογίσαντο καὶ οὐ δυνάμεθα παρακολουθῆσαι τί πεποιήκασιν ἕως τοῦ νῦν, οὐδὲ αἰτούμενοι τὸν λόγον ἐτόλμησαν ἡμῖν δοῦναι. καὶ περὶ τούτων οὖν πλεονάκις ἐπεμαρτυρόμην Ἰάσονι ὅτι οὐκ ὀρθῶς ποιοῦσιν συμπεφωνηκότες. ἔχει δὲ καὶ τὰς συνγραφὰς τὰς πρὸς τοὺς ὑοφορβοὺς πάσας Ἡρακλείδης. γέγραφα οὖν σοι περὶ τούτων ἵνα εἰδῆις. ἔρρωσο. ἔτους λη, Παχὼνς ι. β Ζήνωνι