Ancient Greek
P.Cair. Zen. 3 59331
Documentary Papyri, P.Cair. Zen. 3 59331
Not analysed yet
Πεμνᾶς Ζήνωνι χαίρειν. …εις τὴν Ἡρακλείδου ὀλιγωρίαν, ὅτι οὐκ ἐ…του τοῖς λόγοις οἷς ἐκεῖνος ἔγραφεν. καλῶς ἂν οὖν ποιήσαις γράψας μοι καὶ ἀποστείλας τὸν λόγον τῶν ἀπ… ἕως τοῦ λϛ ἔτους, ὡσαύτως δὲ καὶ τῶν ἐμφόρων …εἰς τὸ λογιστήριον ὧν γέγραφας Εὐκλεῖ …δοῦναι, ἵνα εἰδήσω μή τι πλέον ἀναφερόμενον …ἐάν τι κείμενόν μοι πλῆθος …φερ…ου διὰ σὲ ἔσομαι σεσωμένος. οὐ γὰρ ἀγνοεῖς τοὺς …ενοι ἡμῶν. καὶ ἐὰν δοκιμάζηις, ἀνακαλεσάμενος τοὺς χοιρεμπόρους σύνταξαι πρὸς αὐτοὺς περὶ τιμῆς …σοι πλῆθός τι εἰς ρν δέλφακας διὰ τὸ ἤδη ἐκ…ναι ἕως λ τοῦ Παχώνς· καὶ ἀπόστειλον πε…ων ἐν τάχει, εἰσὶν δὲ καὶ α ἔτους καὶ η μηνῶν δέλφακες, ἵνα μὴ ὁ φόρος σοι διαπίπτηι. ἔρρωσο. ἔτους λη, Παχὼνς ι. δ ἔτους λη, Παχών. Ζήνωνι.