Ancient Greek
P.Cair. Zen. 3 59343
Documentary Papyri, P.Cair. Zen. 3 59343
Not analysed yet
Σπίνθηρ Ζήνωνι χαίρειν. γίνωσκε ἡμᾶς οἰκονομηκότας τὰ περὶ τὰ σκεύη τοῦ πλοίου, ἐπιστόλια εἰληφότας εἰς Μέμφιν καὶ εἰς Ἑρμοῦ πόλιν. ὡς δὲ περιορμίσαι ἠμέλλομεν, ἀντελάβοντο ἡμῶν οἱ παρὰ τοῦ Ἀλεξάνδρου λέγοντες ὅτι ἀποτεῖσαι δεῖ τὸ τέλος τοῦ ἔτους λθ χιλιαγωγοῦ. σὺ οὖν γράψον ἡμῖν τίνα οἰκονομίαν ποιήσηται ὁ Πετοσῖρις. γίνωσκε δὲ καὶ τὴν πίσσαν οὔπω εἰληφότας ἡμᾶς· διʼ ἣν αἰτίαν οὐκ ἐκάθητο, ἀλλὰ ἔφατο Ῥόδιππος λόγους ἀποδιδόναι αὐτόν. ἔρρωσο. Ζήνωνι.