Ancient Greek
P.Cair. Zen. 3 59344
Documentary Papyri, P.Cair. Zen. 3 59344
Not analysed yet
…χαίρειν. καλῶς ποιήσεις γράψας Ἰάσονι προεθῆναι ἡμῖν τὸν Θεοπόμπου σταθμὸν ὅπως ἔχωμεν ἐνοικεῖν· ἐν γὰρ ὧι ἐνοικοῦμεν ἦν Φιλέου τοῦ πρότερον γραμματεύσαντος τὸν Ἀρσινοίτην· κεκόμισται γὰρ τὰ ὑπάρχοντα παρὰ τοῦ διοικητοῦ καὶ κελεύουσιν ἡμᾶς οἱ παρʼ αὐτοῦ ἐκχωρεῖν. εἰ δὲ μὴ ἐν δυνατῶι ἐστιν τοῦτον λαβεῖν, λαβὲ παρὰ Σωστράτου ἐπιστολὴν πρὸς τοὺς παρʼ αὐτοῦ ὅπως παραδειχθῆι ἡμῖν ἡ οἴκησις αὐτοῦ. ἔρρωσο. ἔτους α, Μεχεὶρ ια.