Ancient Greek
P.Cair. Zen. 3 59353
Documentary Papyri, P.Cair. Zen. 3 59353
Not analysed yet
Δημοκράτης Ζήνωνι χαίρειν. τὰ σκήνεια τῆς σκηνῆς εὕρηκα βεβρωμένα, ἑωράκην δὲ ἐν τοῖς Δημέου καὶ παρʼ Ἑλένωι ἰτέινα ὀρθὰ καὶ ἐπιτήδεια. καλῶς οὖν ποιήσεις ἀξιώσας τὸν Ἕλενον ἀποδόσθαι β τετραπήχη εἰς στύλους καὶ β γ καὶ 𐅵πήχεων εἰς διατόναιον, ὀρθὰ καὶ πάχη ἔχοντα, καὶ δοὺς Κλειτορίωι ἵνʼ ἀποστείλῃ μοι, τὴν δὲ τιμὴν λαβὼν παρʼ αὐτοῦ, καὶ δερμάτιον ἐρίφειον α εἰς ἀσκοπυτίνην ἡμιχοείαν. καὶ σὺ δὲ γράφε ἡμῖν ὧν ἂν χρείαν ἔχηις. ἔρρωσο. ἔτους δ, Τῦβι ιε. Ζήνωνι εἰς Φιλαδέλφειαν.