Ancient Greek
P.Cair. Zen. 3 59354
Documentary Papyri, P.Cair. Zen. 3 59354
Not analysed yet
Δοξαῖος Ζήνωνι χαίρειν. καθότι ἔγραψας, ἀπεστάλκαμεν κομίζοντα Ζωίλον ἐρίφους δεδαρμένους β, ὄρτυγας λδ, περιστεριδεῖς δὲ οὐκ ἠδυνάσθημεν εὑρεῖν παρευρέσει ἡιτινιοῦν. περὶ τῶν σχαδόνων εἴπαμεν Νέστωι. ἀπέσταλκεν οὖν τῆι κϛ, ὡς αὐτὸς ἔφη. Πύρρος ὁ δεσμοφυλακήσας οὐχ ηὑρέθη ὑπὸ τοῦ ἀποσταλέντος ἐν Κροκοδίλων πόλει, ἐὰν δὲ μετὰ ταῦτα παραγένηται, ἀποστελοῦμεν αὐτόν. τὸν Νίκωνος ὄνον οὐκ ἠβουλήθη Ἀπολλωνίδης δοῦναι ὅπως ἀποσταλῆι πρὸς σε. τοῦ συκίνου καρποῦ πωλουμένου προσεβαλόμεθα τὰ παρʼ ἡμῶν δραχμὰς ρ ἐκ τῶν γ ἀρταβῶν καὶ 𐅵τῆς νέας κριθῆς ἐγένετο χίδρων ἀρτάβης 𐅵δ ὧν τὸ μὲν ἡμιαρτάβιον ἀπεστάλη. ἐὰν οὖν γράψηις, θερίσαντες ἐκ τῆς Ἀρτεμιδώρου ἑτοιμάσομεν ἕως τοῦ σε παραγενέσθαι ἄλλα. ἔρρωσο. ἔτους δ, Μεχεὶρ κϛ. Ζήνωνι.