Ancient Greek
P.Cair. Zen. 3 59376
Documentary Papyri, P.Cair. Zen. 3 59376
Not analysed yet
λόγος παρʼ Αἰσχίνου Ζήνωνι τῆς κριθῆς τῶν ι ἀρταβῶν. ἡμερῶν δύο γίνονται πενθημιαρτάβια χοίνικες τέσσαρες ,καὶ ἄριστον τῆι τρίτηι ἥμισυ χοίνικες ἕξ ,καὶ ἡμιόνωι τριημιαρτάβια, καὶ ἡμιαρτάβιον, ὅτε ὁ γλαυκὸς ἵππος ἔμενεν ὧδε, ωἴχετο ἔχων Ἀριστόμαχος· τὸ δὲ λοιπὸν ἐν ἐμοὶ καὶ ἀπὸ τρίτης ἀνηλίσκω τοῖς ἵπποις τοῖς δύο δεῖπνον. καὶ τοῦ ὀψωνίου ἔλαβον τοῖς ἱπποκόμοις δραχμὰς ϛ Ἀριστομάχωι δραχμὰς β Ἁρυώτηι δραχμὰς β καὶ Διονύσιος δραχμὴν α ὀβολὸν γίνεται τὸ λοιπὸν τετρώβολον τούτου ἔχει Δωρίων ὁ τὸν πῶλον θεραπεύων