Ancient Greek
P.Cair. Zen. 3 59377
Documentary Papyri, P.Cair. Zen. 3 59377
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρὰ Ἀλεξάνδρου καὶ Ἰσμαήλου. ἀξιοῦμέν σε, ἐπειδὴ πέρυσι ἐργασαμένων ἡμῶν ἀρούρας γ 𐅵συμβαίνει ἡμῖν ἐκεῖνά τε ἐργάσασθαι ἡμᾶς καὶ ἄλλην πλέω τούτου χέρσον γεγενῆσθαι παρὰ τὸ μή σε χορηγεῖν ἡμῖν τὰ κατὰ τὴν συνγραφήν —,νῦν οὖν ἀξιοῦμέν σε ποιεῖν καθάπερ ἐπηγγείλου, ὥστε καὶ προδανείζειν ἡμῖν· αὐτὸς γὰρ ἐπίστῃ ὅτι οὐθὲν γένημα γέγονεν παρὰ τὸ τὴν ἀνυδρίαν γενέσθαι καὶ εἰς τὸν ἐπερχόμενον χρόνον πεπόνηκεν. νυνὶ οὖν ἀπόφανον ἡμῖν ὃ ἄν σοι δοκῆι, ἵνα μὴ καταφθειρώμεθα