Ancient Greek
P.Cair. Zen. 3 59378
Documentary Papyri, P.Cair. Zen. 3 59378
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρὰ Ἀλκίμου. καλῶς ποιήσεις τὰ παιδάριά μοι ἀποδούς, καθότι διωμολόγητο ἡμῖν· τὰ γὰρ ἔργα μοι ἐνέστηκε. περὶ δὲ τοῦ ἱματισμοῦ ἐπίκρινον αὐτὸς ὅσον δεῖ δοθῆναι, θεωρήσας καὶ εἰς τὸ ἐμόν. οὐ γὰρ οὕτως ὑπὸ τῶν ἔργων πιεζομένου μου τηλικαύτην ἐμοὶ βλαβὴν οἴσει ἡλίκην οὐ καὶ σοί. οὐ γὰρ ἐμὲ μὲν δεῖ μισθίους ἐμβαλεῖν, Θέωνα δὲ ἔξω μισθοῦ ἐργάζεσθαι πεπονημένον ὑπό μου. ἔγραψα …τούτων διὰ τὸ …μοι …πο…ει …