Ancient Greek
P.Cair. Zen. 3 59416
Documentary Papyri, P.Cair. Zen. 3 59416
Not analysed yet
Δημέας Ζήνωνι χαίρειν. εἰ τῶι τε σώματι ἔρρωσαι καὶ τὰ λοιπά σοι κατὰ νοῦν ἐστιν, εὖ ἂν ἔχοι· ὑγίαινον δὲ καὶ αὐτός. ἀπώκνησα παραγενέσθαι διὰ τὸ μήτε σέ πω παρεῖναι μήτε γεγραφέναι μοι μηθέν. νῦν οὖν καλῶς ποιήσεις γράψας μοι εἰ παραγένωμαι καὶ εἴ σοι εὔκαιρον γέγονεν μνησθῆναι Ἀπολλωνίωι περὶ ὧν σοι ἐνετειλάμην. εὐτύχει. Ζήνωνι.