Ancient Greek
P.Cair. Zen. 3 59417
Documentary Papyri, P.Cair. Zen. 3 59417
Not analysed yet
Δημήτριος Ζήνωνι χαίρειν. τὸν λόγον ὑπογέγραφά σοι οὗ ἔχω χαλκοῦ παρὰ τε Κλειτορίου τῆς πίσσης καὶ παρὰ Ἡρακλείδου τοῦ κεράμου τὴν τιμὴν καὶ ἐπὶ τῶι ψυκτῆρι, καὶ ἔστιν τὸ καθʼ ἓν τούτων ὡς ὑπογέγραπται. ἔρρωσο. παρὰ Κλειτορίου δραχμὰς μα ὀβολοὺς ε 𐅵ὧν Μικίωνι κωμῳδῶι δραχμὰς η Νεῆτι κεραμεῖ δραχμὰς ιβ Δοξαίωι ἐν τῶι κεραμείωι δραχμὰς ι ἄλλας διὰ Μουσαίου Δοξαῖος δραχμὰς κ γίνονται δραχμαὶ ν ὑπερανηλίσκω δραχμὰς η ἡμιωβέλιον ἄλλας ἔχω τοῦ Ἐπεὶφ παρὰ Ἡρακλείδου κεραμίων σ δραχμὰς ρ ὧν …ιθ ἡμιωβέλιον ὀβολοῦ τέταρτον Ἑξάκωνι κβ τριώβολον Σωτέλει ιϛ τριώβολον Ἐνατίωι ιϛ ὀβολοὺς ε 𐅵Τύχωνι κα διώβολον γίνονται ϙϛ ὀβολοὶ β δ ἄλλας τοῦ Μεσορή, Ἑλλήνων δὲ Λωίου α παρὰ Θεοδώρου δραχμὰς ρ ἀπὸ τούτων Πλειστάρχωι δραχμὰς νγ ὀβολοὺς ε 𐅵Δοξαίωι ὥστε ἔσω δραχμὰς κϛ καὶ Κρίτωνος συντάξαντος τῶι Ῥοδίππου παιδὶ διὰ Δοξαίου δραχμὰς ιβ καὶ Νικίαι εἰς τὸν τρύγητον Δοξαίου συντάξαντος δραχμὰς ε Ζήνωνι.