Ancient Greek
P.Cair. Zen. 3 59426
Documentary Papyri, P.Cair. Zen. 3 59426
Not analysed yet
Δρόμων Ζήνωνι χαίρειν. τοῖς θεοῖς πᾶσιν χάριν ἔχομεν, εἰ αὐτός τε ὑγιαίνεις καὶ τὰ λοιπά σοι κατὰ λόγον γέγονεν. ἐρρώμεθα δὲ καὶ αὐτοί, καὶ καθότι μοι ἔγραψας τὴν πᾶσαν ἐπιμέλειαν ποιοῦμαι ὅπως ἂν μηθεὶς ἐνοχλῆι τοὺς παρὰ σοῦ. ὡς δʼ ἂν ἀναπλέηις ὑγιαίνων, σύνταξόν τινι τῶν παρὰ σοῦ ἀγοράσαι μέλιτος Ἀττικοῦ κοτύλην· χρείαν γὰρ ἔχω πρὸς τοὺς ὀφθαλμοὺς κατὰ πρόσταγμα τοῦ θεοῦ. εὐτύχει. Ζήνωνι.