Ancient Greek
P.Cair. Zen. 3 59427
Documentary Papyri, P.Cair. Zen. 3 59427
Not analysed yet
Ἐπιχάρης Ἀπολλωνίωι χαίρειν. εἴχομεν καὶ χρείαν αὐτοὶ ἀπο…σαι πρὸς σὲ πάντα περὶ πάντων. ἐπεὶ δὲ ἑώρων ἀσχολ …ἀσπασάμενός σε ἀπελήλυθα. ἀπέσταλκα δὲ πρὸς σὲ Διονύσιον ὄντα ἡμῖν ἀξιόπιστον, ὅπως ἂν σιτάριόν τε ἡμῖν δοθῆι καὶ ἀργυρίου δραχμαὶ χίλιαι . γράψον δὲ καὶ ἡμῖν, ὡς ἂν τάχιστα ἀποβ…αρίαν, τίνι τὸ ἀργύριον διαγράψωμεν καὶ τὸν σῖτον ἀποδῶμεν. ἔρρωσο. ἔτους β… Ἐπιχάρους. Ἀπολλωνίωι.