Ancient Greek
P.Cair. Zen. 3 59430
Documentary Papyri, P.Cair. Zen. 3 59430
Not analysed yet
λόγος ὧν ἀνήλωκεν Ἕρμων εἰς τὰ πρόβατα τοῖς τίλλουσιν τὰ ὑποδίφθερα δραχμὰς β πεντώβολον τοῖς κείρουσιν τὰ Ἀράβια δραχμὰς γ διώβολον ψίαθοι ἐν οἷς τὰ ἔρια τὰ Ἀράβια συνετέθη τριώβολον καὶ εἰς τὰ Μιλήσια κίσται ζ δραχμὰς δ ὀβολὸν α δ Ἀριάνι ναυκλήρωι τοῦ Ἀρίστωνος ἀκατίου χαλκοῦ δραχμὰς δ τέλος στρουθέου ὀβολοὺς ε 𐅵καὶ ἀπὸ τῶν ι δραχμῶν ὧν ἔφη Πύρρος ὁ γεωργὸς λαβεῖν παρὰ σοῦ ὥστε ἡμῖν ἀπεχρήσατο δραχμὰς ζ γίνονται εἰς τὸ αὐτὸ δραχμαὶ κβ ὀβολοὶ ε δ παρὰ Ἕρμωνος τοῦ ἀνηλωμένου εἰς τὰ πρόβατα.