Ancient Greek
P.Cair. Zen. 3 59429
Documentary Papyri, P.Cair. Zen. 3 59429
Not analysed yet
λόγος Ζήνωνι παρʼ Ἑρμίου τοῦ αἰπόλου. ἔχω παρʼ Ἀμορταίου ἐρίφους ρξ μηνὸς Μεχείρ, ἀφʼ ὧν ἔχει Κρότος Κρότου ἔριφον α καὶ Ἀπολλώνιος ἔριφον α καὶ οὓς εἰς Μέμφιν ἀπέστειλας ἐρίφους λε καὶ οὓς κατάγει ἄλλους β Ἀμορταῖος οὓς Νίκιας ἀπέδοτο, ὧν τὴν τιμὴν ἔχει Δοξαῖος, καὶ ἄλλους ἐρίφους κ τοὺς εἰς Μέμφιν κατάγει Σίμων ἀποσταλέντας καὶ ἄλλους ἐρίφους ιγ οὓς κατάγει Σίμων ἐν τῆι δευτέραι καταγωγῆι γίνονται ἕως Μεχεὶρ κζ οὓς ἐκτεταμίευσαι ἐρίφους διʼ ἐμοῦ οβ καὶ ἣν ἔλαβεν αἶγα Δοξαῖος τῆι δορκάδι ἀπέχει αὐτὴν καὶ δέρμα αἰγὸς τελείας ὃ ἔλαβεν Δοξαῖος καὶ ἄλλας αἶγας δ τὰς εἰς Μέμφιν καὶ ἄλλην αἶγα στεῖραν καὶ χιμαίρας β γίνονται αἶγες θ καὶ ἐρίφους γαλαθηνοὺς ζ γίνονται ἔριφοι οἱ ὑπάρχοντες οἱ λοιποὶ πη