Ancient Greek
P.Cair. Zen. 3 59434
Documentary Papyri, P.Cair. Zen. 3 59434
Not analysed yet
Ζηνόδωρος Ζήνωνι χαίρειν. ἔγραψας περὶ τῶν σκαφέων Εὐδήμωι δοῦναι. ἐγὼ οὖν τοῖς σκαφέοις οὐ παρακολουθῶ οὗ κεῖται, διὰ τὸ Εὔαρχον μὴ ἐνδημεῖν, Ὧρον δὲ φάσκουσιν παρακολουθεῖν οὗ κεῖται. παρέσομαι δέ σοι αὐτὸν ἄγων αὔριον· ἐὰν δὲ δῶι τὰ σκαφεῖα, αὐτὸς ἀποίσω Εὐδήμωι. ἔρρωσο.