Ancient Greek
P.Cair. Zen. 3 59435
Documentary Papyri, P.Cair. Zen. 3 59435
Not analysed yet
Ζωίλος Ζήνωνι χαίρειν. ἔγραψέν μοι Φιλίσκος ἀξιῶν μέ σοι διαλεγῆναι περὶ τῶν καθʼ αὑτόν, ὅτι ἐν στενοχωρίαι ἐστὶν …ἐγὼ μὲν οὖν ἐνωχλούμην, ἀπέσταλκα δὲ πρὸς σὲ Δημέαν κομίζοντα καὶ… νηι…υν…ηις αὐτῶι κερμάτιον, καὶ τῶν δὲ μόσχων δραχμὰς χ, ὅσου ἔφη π… καλῶς οὖν ποιήσεις γράψας εἰς Ἀλεξάνδρειαν Σωστράτωι, ἵνα …καὶ αὐτὸς γράφει, καὶ ὧδε τὰ παιδάρια αὐτοῦ καὶ τὰ γύναια …καὶ ἔστιν ἐν ἀρρωστίαι. καλῶς ἂν οὖν ποιήσαις ἕνεκεν τοῦ …ἐλεήσας αὐτὰ καὶ ἀποστείλας αὐτοῖς κερμάτιον, ἵνα μη …διʼ ἀμελείαν παραπόληται. ἔρρωσο. ……Ζήνωνι.