Ancient Greek
P.Cair. Zen. 3 59445
Documentary Papyri, P.Cair. Zen. 3 59445
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρὰ Θευφίλου τοῦ ερ…ου περὶ τῶν ἔργων τῶν ἐν τοῖς Διοτίμου. τῆς προστάδος …τω ἵνα γραφῆι κυμάτιον περιπόρφυρον καὶ θρᾶνος ποικίλος καὶ θωρακεῖον ὀροβοειδὲς καὶ τὸ ὑποστύλιον φλεβοπεριμέτριον, ἐμαυτῶι πάντα παρέχων, δραχμῶν λ, καὶ τοῦ ἑπτακλίνου τὴν καμάραν ποιήσειν οἷον τὸ παράδειγμα ἐθεάσεσθε καὶ τὸ θωρακεῖον χρίσει ποθεινῶι καὶ τὸ Λέσβιον γράψαι, ἐμαυτῶι πάντα παρέχων, δραχμῶν κ, καὶ τῶν πεντακλίνων γράψω τὰ κυμάτια, ἐμαυτῶι πάντα παρέχων, δραχμῶν γ. εἰς τὸ αὐτὸ γείνεται δραχμαὶ νγ. ἐὰν δʼ ὑμεῖς παρέχητε πάντα, ποιήσει δραχμῶν λ. ἔρρωσο.