Ancient Greek
P.Cair. Zen. 3 59446
Documentary Papyri, P.Cair. Zen. 3 59446
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρὰ Θέωνος καὶ Ἡρακλείτου. ὡς ἂν ἔλθηις εἰς Φιλαδέλφειαν, μάθε εἰ δυνησόμεθα καταγαγεῖν γλεύκους μετρητὰς φ ἐκ τῶν ἡδυοινούντων κτημάτων καὶ τίνων τιμῶν καὶ εὐθέως γράψον ἡμῖν, καὶ εἰ ἀποστείλωμέν σοι ἀρραβῶνα ἢ καὶ κέραμον. περὶ δὲ τούτων πάντων μαθὼν τὴν ἀκρίβειαν ἐπίστειλον ἡμῖν, καὶ περὶ σίτου δὲ πόσον τε δυνησόμεθα καὶ τίνων τιμῶν συναγοράσαι.