Ancient Greek
P.Cair. Zen. 3 59466
Documentary Papyri, P.Cair. Zen. 3 59466
Not analysed yet
Ζήνωνι χαίρειν Μειεῦς. …μοι διότι οὐ κρινόμεθα πρὸς Στάχυν· ἠξίωσάς με ἐν τῆι ἐκείνου πόλει κρίνεσθαι. οὐ δὴ δικαίως ἔθου· ἀποθησόμεθα γὰρ ὑπʼ αὐτὴν …ντες· ἀλλʼ οὗ καὶ ἐκεῖνος ξένος ὡς ἡμεῖς κριθήτω, εἴτε βούλεται ἐν Μέμφει, εἴτε ἐν Ἡρακλέως πόλει· οὕτω γὰρ δίκαιόν ἐστιν. καλῶς ἂν οὖν ποιήσαις οὕτω συντάξας. ὁ δὲ Πᾶσις ἀκούσας ὅτι δεῖ πρὸς αὐτὸν κριθῆναι ἐν Κροκοδίλων πόλει ἀπεχώρησεν ἐπὶ τὸν βωμὸν τοῦ βασιλέως. εὐτύχει.