Ancient Greek
P.Cair. Zen. 3 59467
Documentary Papyri, P.Cair. Zen. 3 59467
Not analysed yet
Ζήνωνι χαίρειν οἱ μελισσουργοὶ οἱ ἐκ τοῦ Ἀρσινοίτου νομοῦ. ἔγραψας περὶ τῶν ὑποζυγίων ἵνα παραγένηται εἰς Φιλαδέλφειαν καὶ ἐργάσηται ἡμέρας ι. ἤδη δέ ἐστιν αὐτοῖς ιη ἡμέραι ἀφʼ οὗ ἐργάζονται, τὰ δὲ μελίσσεια ἐν ἀγρῶι ἔρριπται καὶ ἔστιν ὁ καιρὸς τοῦ ἀνενέγκαι αὐτὰ καὶ οὐκ ἔχομεν ὑποζύγια ἀναγαγεῖν. οὐκ ὀλίγον οὖν φόρον φέρομεν τῶι βασιλεῖ. ἐὰν οὖν μὴ ὅτι τάχος ἀποσταλῆι τὰ ὑποζύγια, συμβήσεται τά τε μελίσσεια ἀπολέσθαι καὶ τὸν φόρον διαπεσεῖν. καὶ νῦν διαμαρτύρονται οἱ γεωργοὶ διότι, τὸ ὕδωρ ἀφίεμεν καὶ τὰ ξύλα ἐμπυρίζομεν. ἐὰν οὖν μὴ ἄρητε αὐτά, ἀπολεῖτε. δεόμεθα οὖν σου, εἴ σοι δοκεῖ, ἀποστεῖλαι ἡμῶν τὰ ὑποζύγια, ἵνα ἄρωμεν. ὅταν δὲ ἀράντων χρείαν ἔχηις, παρεσόμεθα πάλιν. εὐτύχει.