Ancient Greek
P.Cair. Zen. 3 59472
Documentary Papyri, P.Cair. Zen. 3 59472
Not analysed yet
Ζήνωνι χαίρειν Νεκτοσῖρις στιππυουργός. καλῶς ἂν ποιήσαις, εἰ καί σοι δοκεῖ, γράψας ἐπιστολὴν Ἑρμολάωι καὶ Πετοσίρι βασιλικῶι γραμματεῖ τῶι ἐν Ἀφροδίτης πόλει ὅπως ἂν ἐπαναγκάσωσιν μεταπέμψασθαι τοὺς μετόχους μου· προσοφείλουσι γάρ μοι κάτεργον· ὡς τάχιστα γὰρ ἀπεδήμησας, καταλιπόντες ἀπῆλθον· καὶ ἵνα ἀποστήσωσι τὸ στίππυον τὸ κατειργασμένον εἰς ταμιεῖον. σύνταξον δὲ δοῦναί μοι χαλκοῦς, ὅπως ἂν συντελέσω τὰ λοιπὰ ἔργα. εὐτύχει.