Ancient Greek
P.Cair. Zen. 3 59473
Documentary Papyri, P.Cair. Zen. 3 59473
Not analysed yet
παρὰ Νέωνος. ἐπίσκεψαι ὑπὲρ Σεύθου τοῦ Τήρου Θραικός, ὃς ὀφείλει πυροῦ ἀρτάβας λ καὶ ἔστιν ἐν Ὀννῆι, καὶ Ἀμφία Θραικός, ὃς ὀφείλει κριθῆς ἀρτάβας τ. αὐτὸς μὲν τέθνηκε, εἰσὶν δὲ αὐτῶι υἱοὶ δυνατοὶ καὶ εἰσὶν ἐν Κόμαι. Νέωνος γραφή.