Ancient Greek
P.Cair. Zen. 3 59477
Documentary Papyri, P.Cair. Zen. 3 59477
Not analysed yet
Ζήνωνι χαίρειν Νικόλαος. οὐκ ἀγνοῶ μὲν ε…αισ…αι…ι, ἀναγκαίου δὲ ὄντος τοῦ πράγματος ἀξιῶ σε προχρῆσαι ἡμῖν, ἵνα μὴ γυμνοὶ ὄντες ἀσχημονῶμεν, ἀλλὰ ἱματίσωμεν ἡμᾶς αὐτούς, ἀργυρίου δραχμὰς ιδ, ὥστʼ εἶναι σὺν ταῖς ἔμπροσθεν δραχμαῖς ι δραχμὰς κδ. τούτου δέ σοι προήσομαι χεῖρα, ἐφʼ ὧι ἀποτείσω σοι ἀφʼ ἧς ἂν ἡμέρας ἀναπλεύσω ἐν ἡμέραις ἑξήκοντα, τάς τε χρείας σοι παρεξόμεθα τριπλασίας, ὅσον ἂν χρόνον λειτουργῶμέν σοι, ὥσπερ καὶ ἔμπροσθεν. ἴσθι δὲ ὅτι, εἰ παρά τινος τῶν ὧδε ἠδυνάμεθα πορίσασθαι τὸ αὐτό, τοῦτο ποιήσαντες οὐκ ἂν σὲ ἠνωχλοῦμεν. εὐτύχει.