Ancient Greek
P.Cair. Zen. 3 59478
Documentary Papyri, P.Cair. Zen. 3 59478
Not analysed yet
Νικόλαος Πτολεμαίωι χαίρειν. εἰ αὐτός τε ἔρρωσαι καὶ τὰ λοιπά σοι κατὰ γνώμην ἐστίν, εἴη ἂν ὡς ἐγὼ θέλω· ὑγίαινον δὲ καὶ αὐτός. ἀπέσταλκά σοι κομίζοντα Πολέμωνα χοιρίδιον τριακονθήμερον α καὶ χαλκῶν δραχμὰς β. σὺ οὖν καλῶς ποιήσεις σαυτοῦ τε ἐπιμελόμενος ἕως ἂν ἐγὼ παραγένωμαι· παρέσομαι δὲ ἐν τάχει. Στησιλάου χοιριδίου. Πτολεμαίωι.