Ancient Greek
P.Cair. Zen. 3 59482
Documentary Papyri, P.Cair. Zen. 3 59482
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρὰ Παθιώφιος. ἐνεύχομαί σοι τὴν Ἀπολλωνίου σωτηρίαν, καθάπερ μοι ἐπηγγείλω, ἀφεῖναι τὴν γυναῖκά μου, ὅπως μὴ συμβῆι αὐτῆι παραπολέσθαι ἐν τῶι δεσμωτηρίωι ἀθύμως διακειμένηι ἐπὶ τοῖς παιδίοις ἐγώ τε δύνωμαι πρὸς τῆι ἐργασίαι γίνεσθαι. εἰς δὲ τὸ λοιπόν, ἐάν τι ἡμᾶς λάβηις τοιοῦτό τι διαπραττομένους, οὐ παραιτούμεθα, ἀλλὰ χρῆσαι ἡμῖν ὡς βούλει. ὥσπερ οὖν διατελεῖς πάντας σῴζων καὶ οὐθεὶς διὰ σοῦ οὐθὲν πέποσχεν ἄτοπον, καὶ ἐμὲ δεόμενόν σου ἐλέησον. εὐτύχει.