Ancient Greek
P.Cair. Zen. 3 59483
Documentary Papyri, P.Cair. Zen. 3 59483
Not analysed yet
Ζήνωνι χαίρειν Πᾶις. εἴ σοι δοκεῖ, συντάξαι δοῦναι εἰς πάκτωσιν τοῦ πλοίου ὅ τι ἄν σοι δόξηι, πρὸς καταπλῶι γάρ ἐσμεν, ἵνα μή τι πάθηι καὶ πράγματʼ ἔχωμεν, καὶ ἥλους ὀκταδακτύλους ι καὶ τὴν σιτομετρίαν ἀπὸ Μεχεὶρ ιε καὶ φ…λ…ε…εν δ… τὸν κατάπλουν καὶ τὸ λοιπὸν ὀψώνιον. ἔχω δὲ καὶ παρὰ Πετεχώνσιος οἴνου κεράμιον καὶ χαλκῶν δραχμὰς γ τοῦ Παχώνς. εὐτύχει.