Ancient Greek
P.Cair. Zen. 3 59488
Documentary Papyri, P.Cair. Zen. 3 59488
Not analysed yet
Παράμονος Ζήνωνι χαίρειν. οὐκ ἐμνήσθην σοι ἐνδημοῦντι ἐντείλασθαι ὑπὲρ ξυστρῶν. ἀγόρασον οὖν μοι, εὔωνοι γάρ εἰσιν ἐν Μέμφει, ἀνδρείας μὲν ϛ, παιδικὰς δὲ ϛ τῶν Σικυωνιουργῶν ὅτι καθαρωτάτας, καὶ τῆς καππάρεως τριημιαρτάβια τῆς ξηρᾶς μὴ παλαιᾶς, ἀλλʼ ὅ τι νεαρωτάτης. ἔρρωσο. Ζήνωνι παρὰ Παραμόνου.