Ancient Greek
P.Cair. Zen. 3 59489
Documentary Papyri, P.Cair. Zen. 3 59489
Not analysed yet
Ζήνωνι ὑπόμνημα παρὰ Πάριος. ἔγραψά σοι καὶ πρώην περὶ τῶν αὐτῶν, σὺ δέ μοι οὐθὲν ἀπεκρίνω· νυνὶ δὲ τὸ ζεῦγος καὶ κατασκευὴν ζευγῶν …σύνταξον τίνι δῶ καὶ τὸ μήνυτρον τὸ περὶ Γάστρωνος πόθεν λάβω καὶ ἄλλην δραχμὴν α ὀβολοὺς γ 𐅵οὓς τοῖς στυππεουργοῖς ὑπερανήλωσα· καὶ περὶ ἐμαυτοῦ δὲ ὅτι ἀσθενῶς διάκειμαι καὶ οὐθὲν ἔχω εἰς ἀνήλωμα. ἂν γὰρ σὺ ἀπέλθῃς, πόθεν ληψόμεθα ἂν μὴ σὺ συντάξῃς; ἔρρωσο. παρὰ Πάριος Πάρει ὅ φησιν ἀνηλωκέναι τοῖς μηνύσασιν Γάστρωνα τὸν τὸ στίππυον κλέπτοντα ἐν Βακχιάδι δραχμῶν β καὶ ὃ ἐν λόγωι ὑπερανηλίσκει χαλκοῦ δραχμὴν α ὀβολοὺς γ 𐅵γίνονται γ ὀβολοὶ γ 𐅵