Ancient Greek
P.Cair. Zen. 3 59491
Documentary Papyri, P.Cair. Zen. 3 59491
Not analysed yet
Ζήνωνι Πατῦμις χαίρειν. ἧι ἡμέραι ἀνήχθην ὑπὸ Πάτιτος ἐπὶ σέ, οὔτʼ ἐμοῦ λελῃσμένου οὐθὲν καὶ οὐθείς μοι ἔχει οὐθὲν ἐγκαλέσαι καὶ οἱ παρὰ σοῦ παῖδες ἐπίστανταί με διότι οὔκ εἰμι τούτου τοῦ γένους, Πᾶτις δέ σε ἠξίου ἐντολὴν ποιῆσαι αὐτῶι περὶ Ὀργενίνιος. ἐνδείξομαι διότι, ἐξ οὗ εἴληφεν τὴν ἐντολήν, γέγονεν παρὰ Σεσογγώσι ἐν Καρανίδι ἕως τῆς σήμερον ἡμέρας. καλῶς ποιήσεις μεταπεμψάμενος Σεσογγῶσιν τὸν ἐκ Σεβεννύτου, οὗτός σοι πάντα ἐκθήσει, καὶ Φᾶιν καὶ Πετοσῖριν. Πᾶτις οὖν αὐτοὺς σκεπάζει διὰ τὸ συνδιαιρεῖσθαι αὐτῶι τὰς λείας. γέγραφα οὖν σοι ἵνα εἰδῆις.