Ancient Greek
P.Cair. Zen. 3 59492
Documentary Papyri, P.Cair. Zen. 3 59492
Not analysed yet
Ζήνωνι χαίρειν Παῶσις ὁ πατὴρ Ὥρου τοῦ κοντωτίτου Ἀπολλωνίου, ὃς καὶ λαβών με τῆς χειρὸς ἔδωκέν σοι καὶ σὺ ἔλεγες ὅτι, ἐάν τίς σε ἀδικῆι, ἀνάγγελλέ μοι. γίνωσκε οὖν Ἡρακλίδην τὸν ἐπὶ τῶν μυρίων ἀπαγαγών με εἰς τὸ δεσμωτήριον τετιμώρηταί με εἰσπράσσων δραχμὰς ρ. ἐμοὶ δὲ ὑπάρχει οὐθὲν ἀλλʼ ἢ ὅσα μοι Ὧρος κατέλιπεν, ὄνον τινὰ καὶ πρόβατα ἐκείνου ὄντα. μὴ οὖν περιίδῃς με ἐν τῶι δεσμωτηρίωι ἀπολλύμενον, ἀλλʼ, εἴ τι ἔχεις μοι βοηθῆσαι, ἐξελοῦ με, ἕως ἂν πρὸς ἐκεῖνον γράψω, καὶ Ἀπολλωνίωι ἐντεύξεται περὶ τούτων. εὐτύχει. Ζήνωνι