Ancient Greek
P.Cair. Zen. 3 59494
Documentary Papyri, P.Cair. Zen. 3 59494
Not analysed yet
ὑπόμνημα Ζήνωνι παρὰ Πετεαρμώτιος κοσκινευτοῦ. κεκαθάρκαμεν ἐν τῶι Φαρμοῦθι μήκωνος ἀρτάβας ρ ὧν ὁ μισθὸς καὶ ἐρεβίνθου ἀρτάβας ρλ, κρότωνος ἀρτάβας κε, καὶ διʼ Ἀσκληπιάδου σησάμου ἀρτάβας σ, καὶ διὰ Λαβώιτος σησάμου ἀρτάβας λ. ἦλθεν ἡμῖν Λαβῶις ὡς παρὰ σοῦ ἀναγγέλλων διότι, ἐλθόντες εἰς τὰ Ἡρακλείδου ἐργάζεσθε ἐν τῶι Παῦνι. ἡμεῖς οὖν εἰργαζόμεθα ὡς ὑπὸ σοῦ ἀπεσταλμένοι. ὕστερον οὖν ἐλθὼν ἡμᾶς ἐκάλει λέγων διότι, οὐκ ἔχω τοὺς καθαροῦντάς μοι τὸ σπέρμα τῆς λινοκαλάμης καὶ τοῦ σησάμου τὸ σκύβαλον. ἀποστείλας οὖν τοὺς ἡμίσεις, εἰργάσαντο. εἰ οὖν σοι δοκεῖ, δοθῆναι ἡμῖν μέρος τι τοῦ μισθοῦ. εὐτύχει.