Ancient Greek
P.Cair. Zen. 3 59495
Documentary Papyri, P.Cair. Zen. 3 59495
Not analysed yet
Ζήνωνι χαίρειν Πετενοῦρις Σαμῶυς οἱ ὑοφορβοί. δεόμεθα οὖν σου, ἐλέησον ἡμᾶς· ὧν γὰρ ἡμάρτομεν τετιμωρήμεθα· οὐθεὶς γὰρ ἀναμάρτητός ἐστιν· ἵνα μὴ τὰ ἱερεῖα καταφθαρῇ ἡμῶν ἐγδεόντων. σὺ οὖν πεῖραν λαβὲ ἡμῶν. γινώσκεις ἀφʼ οὗ ἥκαμεν ἤδη τρίτη ἡμέρα ἐστίν· οὐκ ἀφιεῖς ἡμᾶς ἐργάζεσθαι ἢ ἀπελθεῖν ἐπὶ τὰ ἱερεῖα, ἵνα μὴ παραπόληται ἡμῶν ἐν φυλακῆι ὄντων. οὐ γὰρ ἔχομεν τῶν δεόντων οὐθέν, ἀλλὰ παραπολλύμεθα ὧδε. σὺ οὖν ἐπίσκεψαι εἴ σοι δοκεῖ ἀφεῖναι. οὐ γὰρ ἔχομεν οὐθένα κύριον ἀλλὰ σέ. πρὸς σὲ οὖν καταφυγγάνομεν, ἵνα ἐλεημοσύνης τύχωμεν. εὐτύχει.