Ancient Greek
P.Cair. Zen. 3 59497
Documentary Papyri, P.Cair. Zen. 3 59497
Not analysed yet
Πετοβάστις Ζήνωνι χαίρειν. …νεσθαι εἰς Κροκοδίλων πόλιν …βοῦμαι τὸν πράτορα …λλ…ι συνγνώμην ἔχων. ἱκανῶς γὰρ καὶ πικρῶς τετιμώρημαι. ἀπέσταλκα δέ σοι καὶ τὸν λόγον καθʼ ὃν καὶ ἐν Φιλαδελφείαι ἔχεις· γέγραφεν δέ σοι καὶ ὁ παρὰ Ἡρακλείδου τοῦ σιτολόγου ὑπηρέτης τὸν τοῦ μεμετρημένου σίτου διʼ ἐμοῦ εἰς τὸν ἐν Σύρων κώμηι θησαυρόν. ἀπέσταλκα δέ σοι καὶ Γλαυκίαν κομίζοντα σησάμου ἀρτάβας ρν· ὑπάρχουσι δὲ καὶ ἐν τῶι θησαυρῶι ἀρτάβαι β 𐅵η. ἀπέσταλκα πρὸς σὲ Σοκομῆθιν· καὶ χορτο…ε…μα φρόντισον, ἡ γὰρ γῆ ἀποκαλύπτεται, ἵνα μὴ συμβῇ ὑστερεῖν τοῦ χορτοσπορῆσαι. ἔρρωσο. ἔτους …Θῶυθ η.