Ancient Greek
P.Cair. Zen. 3 59498
Documentary Papyri, P.Cair. Zen. 3 59498
Not analysed yet
Ζήνωνι χαίρειν Πετοβάστις περιστεροτρόφος. καλῶς ἂν ποιήσαις, εἰ καί σοι δοκεῖ, συντάξας δοθῆναί μοι τὸ ὀψώνιον· στενῶς γὰρ διάκειμαι· ὀφείλεται δέ μοι τὸ ὀψώνιον τετραμήνου. καὶ εἰς τὴν σιτομετρίαν ἔχω κριθόπυρα ἀχρεῖα· οὐ δυνάμεθα καταχρήσασθαι. χρείας παρέχομαι καὶ τὰ παιδάριά μου. δέομαι οὖν σου, εἰ καί σοι δοκεῖ, συντάξας δοθῆναί μοι τὴν σιτομετρίαν καὶ τὸ ὀψώνιον εὐκαίρως, ἵνα σοι τὰς χρείας παρέχωμαι. εὐτύχει.