Ancient Greek
59499.r.1.1 to 59499.v.1.48
Documentary Papyri, P.Cair. Zen. 3 59499.r.1.1-59499.v.1.48
Not analysed yet
ἔτους λα Ἁθὺρ λ λόγος Ἑριέως λατόμου παρὰ Πετοσίριος ἔχει εἰς τὸ τέμενος πυροῦ ἀρτάβας κ ἀνὰ α τριώβολον γίνονται δραχμαὶ λ Χοίαχ κη ἄλλας εἰς τὸ τέμενος πυροῦ ἀρτάβας κ ἀνὰ α τριώβολον γίνονται δραχμαὶ λ Τῦβι κε ἄλλας εἰς τὸ τέμενος πυροῦ ἀρτάβας κβ 𐅵ἀνὰ α διώβολον γίνονται δραχμαὶ λ …ῦτι διὰ Ἑριέως …πυροῦ ἀρτάβας να ἀνὰ α διώβολον γίνονται ξη οἴνου κεράμια θ γ ἀνὰ η γίνονται οδ τετρώβολον καὶ ὃ προσωφείλησεν εἰς τὰ φρέατα ὧν Σώστρατος ἐμέτρησεν δραχμὰς κη καὶ Φαρμοῦθι ἔχει δραχμὰς ρ επ…υ καὶ ὃ ἐδόθη Νικάνορι περὶ τῆς ὄνου δραχμὰς ζ ἄλλας δραχμὰς δ γίνονται φκζ τετρώβολον ὧν εἴργασται ἕως Φαρμοῦθι κ λίθους βασιλικοὺς Αρξβ ἀνὰ ὀβολὸν γίνονται ρϙγ τετρώβολον καὶ καταζυγίδας ρζ ἀνὰ διώβολον γίνονται λε τετρώβολον γίνονται σκθ διώβολον λοιπὸν προσοφείλει ἕως Φαρμοῦθι κ δραχμὰς σϙη διώβολον καὶ τιμὴν πλίνθου μυριάδος α δραχμὰς ιε γίνονται δραχμαὶ τιγ διώβολον ὑπόμνημα Ζήνωνι παρὰ Πετοσίριος. οὐκ ὀλίγον ἀργύριον προσοφείλει Ἑργεὺς λατόμος. οὐθεὶς αὐτὸν ἐγλογίζει τρόπωι τινί. πρώην μοι συνέταξας ἐγλογίσαι αὐτὸν ἀπὸ Ἁθὺρ μηνὸς ἕως Φαρμοῦθις. προσοφείλει ἐν ταῖς ἑξαμήνου δραχμὰς τιγ διώβολον. εἴ σοι δοκεῖ, δότωσάν μοι τὸν λόγον ὅσον ἔχει ἀργύριον ἀπὸ Παχὼνς μηνὸς ἕως Θῶυτ γίνονται πέντε μῆνες, καὶ ἐπιδείξω αὐτὸν οὐκ ὀλίγον προσοφείλοντα, ἵνα μηκέτι ἐξαλλάσσῃ. καὶ Φανῆσις ὁ λαξός, ὃν πρώην ἀπήχθη ὑπὸ σοῦ ὅτι προσοφείλει ἀργύριον διὰ τὸ ἔρρηγμα, ἐλατόμησεν λίθους αὐτὸς καὶ οἱ μεθʼ αὑτοῦ δραχμῶν λ καὶ ἀπηριθμήσατο Ἑργεῦτι. οὐκ ἀναφέρει Ἑργεὺς ἐν λόγωι, ἀλλὰ εἰς ἑαυτὸν κατακεχώρικεν. καὶ ἔχει παρὰ Σισίνου λίθους καὶ εἰς ἑαυτὸν κατακεχώρικεν. ὀψωνιάζεται δὲ ὑπὸ σοῦ ἔμπροσθεν χωρὶς τοῦ μοσχαρίου. Πετοσῖρις Κλέωνι χαίρειν. ἡ οἴκησις ἡ Τιμοξένου ὁ πράκτωρ ἦλθεν πωλῶν αὐτήν. Ἐτέαρχος εἶπεν ὅτι, ἐγὼ ἀγορῶ.