Ancient Greek
P.Cair. Zen. 3 59519
Documentary Papyri, P.Cair. Zen. 3 59519
Not analysed yet
Φανεῖσις σιτομέτρης Ζήνωνι χαίρειν. ἰδών με Διονυσόδωρος συνέταξεν ἀπαγαγεῖν με ἤδη γ ἡμερ . καλῶς οὖν ποιήσεις ἀποστείλας τινὰ παρὰ σοῦ πρὸς μὲ μετὰ τοῦ ἀποδιδόντος σοι τὴν ἐπιστολήν, διὰ τὸ μηθένα με ἔχειν ἐν τῆι πόλει, καὶ ἀποστείλας μοι τρίβωνα ἢ χαλκοῦς, ὅσους ἂν βούληι, ἕως ἂν παρʼ ἐμοῦ τις καταπλεύσηι. ἔρρωσο. Ζήνωνι.