Ancient Greek
P.Cair. Zen. 3 59520
Documentary Papyri, P.Cair. Zen. 3 59520
Not analysed yet
Ζήνωνι χαίρειν Φαράτης μελισσουργός. ἀδικοῦμαι ὑπὸ Μαιεῦτος μελισσουργοῦ. ἀηδίας γάρ μοι πρὸς αὐτὸν γενομένης κατεβόησεν πρὸς σὲ προφθάσας με καὶ ἔδωκας αὐτῶι ἐπιστολὴν τοῦ Παῦνι θ πρὸς Νουμήνιον εἰς Ἀκάνθων πόλιν διακοῦσαι ἡμῶν. ἐκρίθημεν οὖν ἐκεῖ ἐπί τε Νουμηνίου καὶ ἐπὶ τῶν πρεσβυτέρων. ὁ δὲ οὐκ ἐνέμεινεν ου…υδεν ἐκείνηι τῆι κρίσει, ἀλλʼ ἔφη κριθήσεσθαι ἐπὶ Ζήνωνος . ἐγὼ δὲ ασζ…ν …τω…ειλαι ἐξ ὧν σε ὠφελήσω ἀνακοινοῦται Λιμναίωι. ὁ δὲ ἀπήγαγέν με εἰς τὸ δεσμωτήριον, ὅπως μὴ ἐντύχω σοι …τὰ σμήνη τὰ τῆς Ἴσιος ἐν Σαρύθει ἐν τῶι Ἀφροδιτοπολίτηι. ἔτι οὖν καὶ νῦν ἕτοιμός εἰμι ἐγγύους καταστήσας κριθῆναι αὐτῶι. δέομαι οὖν σου καὶ ἱκετεύω, εἰ καὶ σοι δοκεῖ, μὴ περιιδεῖν με καταφθειρόμενον ἀδίκως ἐν τῶι δεσμωτηρίωι. γνώριζε δέ με ὄντα ἐν ἀπαγωγῆι ἡμέρας κβ, ὅτε ὁ καιρός ἐστι τῶν μελισσῶν εἰς τὰς νομὰς μεταφέρειν ουα…μαι. εὐτύχει.